[ ] Phokis — Delphi — 187 BC
1 ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτ[ου μη]νὸς Θε[οξε]-
νίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύκριτος Δμ]οτίμου Ἀμφι-
σσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα
Κράτερος τὸ γένος ἐξ Ἀμφίσσας, τιμᾶς ἀργυρίου μνᾶν
5 {τρι} τριῶν, καθὼς ἐπίστευσε Κράτερος τὰν ὠνὰν τῶι
θεῶι, ἐφ’ ὧιτε [α]ὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον
τὸν πάντα βίον, ποέοντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Νικίας Φυσκεύς. μάρτυροι· τοὶ ἱερεῖς Ξ<έ>νων, Ἄθαμ-
βος· Δίων, Μένων, Ἀρχέλας, Ἁρμόδιος, Δαμοσθένης,
10 Ταραντῖνος.
Search Help
Contact Us