[ ]
Phokis — Delphi — 187 BC
1 | ἄρχοντος Κλεοδάμου τοῦ Πολυκλείτ[ου μη]νὸς Θε[οξε]- |
νίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύκριτος Δ[αμ]οτίμου Ἀμφι- | |
σσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα | |
Κράτερος τὸ γένος ἐξ Ἀμφίσσας, τιμᾶς ἀργυρίου μνᾶν | |
5 | {τρι} τριῶν, καθὼς ἐπίστευσε Κράτερος τὰν ὠνὰν τῶι |
θεῶι, ἐφ’ ὧιτε [α]ὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον | |
τὸν πάντα βίον, ποέοντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον· Νικίας Φυσκεύς. μάρτυροι· τοὶ ἱερεῖς Ξ<έ>νων, Ἄθαμ- | |
βος· Δίων, Μένων, Ἀρχέλας, Ἁρμόδιος, Δαμοσθένης, | |
10 | Ταραντῖνος. |