[ ] Phokis — Delphi — 180 BC
1 ἄρχοντος Μαντία τοῦ Πολύωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Ἀριστοκράτεια Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης. παραμεινάτω δὲ Νικα-
5 σὼ παρὰ Ἀριστοκράτειαν ἔτη ὀκτὼ ἀνεγκλήτως ποιέουσα
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δὲ μὴ ποέοι, κυρία
ἔστω Ἀριστοκράτεια κολάζουσα καθώς κα θέληι. εἰ δέ τι
πρότερον πάθοι Ἀριστοκράτεια, τὸν κατάλοιπον χρόνον
παρὰ Ἀριστονίκαν μεινάτω· ἐπεὶ δέ κα διέλθωντι
10 τὰ ὀκτὼ ἔτη{ι}, ἐλευθέρα ἔστω κυριεύουσα αὐτοσαυ-
τᾶς, ἀνέφαπτος ἐοῦσα ἀπὸ πάντων τὸν πάν-
τα βίον, ποιέουσα ὅ κα θέληι, καθὼς ἐπίστευ-
σε τῶι θεῶι τὰν ὠνάν. μάρτυρες· τοὶ ἄρχον-
τες Διόδωρος, Ξένων, Σωσίνικος.
Search Help
Contact Us