[ ]
Phokis — Delphi — 188 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Πολυκλείτου μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Φίλων Τελε- |
σάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ἄνα τὸ γένος Ἰλλυράν, | |
τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Ἄνα τῶι θε͂ωι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν | |
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἐτυμώνδας Εὐκλέ- | |
5 | ος, Ἀγάθων Ἀθάμβου Δελφοί. παραμεινάτω δὲ Ἄνα παρὰ Φίλωνα ἄχρι κα ζώηι Φίλων ποέουσα |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποιῆι Ἄνα τῶν ποτι- | |
[τ]ασσομένων ὑπὸ Φίλωνος καθὼς γέγραπται δυνατὰ οὖσα, ἐξέστω Φίλωνι κολάζειν | |
καθώς κα αὐτὸς θέληι καὶ ἄλλωι ὑπὲρ Φίλωνα ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας | |
δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Φίλων, ἐλευθέρα ἔστω Ἄνα κυριεύουσα αὐτο- | |
10 | σαυτᾶς καὶ ποέουσα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτη- |
ται Ἄνας τελευτάσαντος Φίλωνος, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν | |
ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέον- | |
τες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. | |
μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος, ἰδιῶται Χαρίξενος Ἀμυνέα, Ἁβρόμαχος, Πράξων Μαν- | |
15 | τία, Δίων Κλέωνος, Κράτων Νικοδάμου, Ἁγίων Ἁγίωνος, Δαμοχάρης Καλλείδα. |