[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολυξένα Κράτωνος τῶι |
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μιλησία, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναί- | |
ων, καθὼς ἐπίστευσε Μιλησία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ | |
ἀνέφαπτον ἀπὸ πάντων, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Παρνάσσιος | |
5 | Κλέωνος. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ βουλευταὶ Γλαῦκος, Δεξικρά- |
της, Καλλίας, ἰδιῶται Δαμοχάρης, Κράτων Φρικίδα, Εὐκλείδας, Ἄνδρων, Σώπολις. | |
τὰν τιμὰν ἔχει. |