[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολυξένα Κράτωνος τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Μιλησία, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναί-
ων, καθὼς ἐπίστευσε Μιλησία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ
ἀνέφαπτον ἀπὸ πάντων, ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Παρνάσσιος
5 Κλέωνος. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ βουλευταὶ Γλαῦκος, Δεξικρά-
της, Καλλίας, ἰδιῶται Δαμοχάρης, Κράτων Φρικίδα, Εὐκλείδας, Ἄνδρων, Σώπολις.
τὰν τιμὰν ἔχει.
Search Help
Contact Us