[ ]
Phokis — Delphi — 195 BC
1 | ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Θεοξενίου, βουλευόντων Λύσωνος, Κλεοδάμου, |
γραμματεύοντος Παρνασσίου, ἀπέδοτο Νικόδαμος Πεισίλα Κλεονίκαν τῶι Ἀπόλλωνι | |
τῶι Πυθίωι ἀργυρίου πέντε ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κλεονίκα | |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτήρ· Γλαῦκος | |
5 | Ξένωνος, κατὸν νόμον. βέβαιον δὲ παρεχέτω {ι} ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτήρ· εἰ δὲ μή, |
ἀποτεισάντων αὐτὰ καὶ τὰ ἡμιόλια. μάρτυρες· Ξένων, Ἄθαμβος· Καλλικλῆς, Ἀριστόμαχος, | |
Πεισίστρατος. |