[ ]
Phokis — Delphi — 195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς Ὁμολωΐου, |
ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Τείσων Πλυγο- | |
νεὺς ἐν Δελφοῖς κατοικέων Ἐργασίωνα τὸν ἴδιον θεράποντα τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι, ἀργυρίου τριῶν μνᾶν, καθὼς ἐπίστευσε τῶι θεῶι Ἐργασίων τὰν ὠνάν, ἐφ’ ὧι | |
5 | ἐλεύθερον εἶμεν, ποιεῦντα ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ τὰν συμβο- |
λάν· Κλέανδρος Πλυγονεύς, Νικόδαμος Δελφός. ταῦτα δὲ ἐγένετο πρὸ τοῦ ναοῦ καὶ τοῦ | |
βωμοῦ. μάρτυροι· Πράοχος, Ταραντῖνος, Ἁβρόμαχος, Θεύφραστος, Κλεόδαμος Δελφοί, | |
Λέων Ἴσιος, Ἀγέμαχος Ἴσιος, Στράτων Εὐανθεύς. τὰν ὠνὰν ἕξει τῶι θεῶι | |
Ἁβρόμαχος Δελφός, Λέων Ἴσιος. |