[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος, |
Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς Θεοξενίου, | |
ἐπὶ το[ῖ]σδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλω- | |
νι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Κτήσων, τιμᾶς· ἀργυ- | |
5 | ρίου μνᾶν πέντε, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσε Κτή- |
σων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφα- | |
πτον ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποέοντα ὅ κα θέληι. βεβα[ι]- | |
ωτῆρες κατὰ τὸν νόμον τᾶς πόλιος· Ἁγίων Καλλικράτεος, | |
Ἁβρόμαχος Εὐαγόρα. μάρτυρες· Μνάσων Ξένωνος, Κλεόδαμος | |
10 | Κλέωνος, Ἁγίων, Παρνάσσιος Κλέωνος, Αἰακίδας Βαβύλου, |
Πεισίλας, Πύῤῥος, Δαμοχάρης Καλλείδα, Αἰακίδας. |