[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοντο Νικὼ Διοδώρου, Ἀστίας Νικοστράτου
Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σώτιον τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεσσάρων. βεβαιωτῆρ[ε]ς κατὰ τὸν νόμον· Νικόμαχος Νικαγόρα, Πολύξενος Δάμωνος Δελ-
φοί. παραμενέτω δὲ Σώτιον παρὰ Νικὼ ἄχ[ρ]ι οὗ κα ζώη Νικώ. ἐπεὶ δέ κά τι πάθηι Νικώ, τοῦ θεοῦ ἔστω Σώ-
5 τιον, κυριεύουσα αὐτοσαυτᾶς, [ἐλ]ευθέρα οὖσα καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον, καθὼς ἐπί-
στευσε Σώτιον τῶι θεῶι τὰν ὠνάν. βέβαιον δὲ παρεχόντων τὰν ὠνὰν οἵ τε ἀποδόμενοι
Νικὼ καὶ Ἀστίας καὶ οἱ βεβαιωτῆρες τῶι θεῶι· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων
τῶι θεῶι καὶ Σωτίωι καὶ τῶι ὑπὲρ τὸν θεὸν θέλοντι πράσσειν αὐτοῦ καὶ τοῦ ἡμιολίου μνᾶν
ἕξ· οἱ δὲ πράσσοντες ἀζάμι’ ἐόντων καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας.
10 εἰ δέ τίς κα ἅπτηται Σωτίου τελευτασάσας Νικοῦς, κύριοι ἔστων οἱ <ἀντιτυγχάνοντες> συλέοντες
ὡς ἐλευθέρας οὔσας καὶ τοῦ θεοῦ ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθαμβος
καὶ ἰδιῶται Δαμοχάρης Καλλείδα, Νικαγόρας Νικομάχου, Πειθαγόρας
Ξένωνος, Ξενόστρατος Ἐχύλλου Δελφοί.
Search Help
Contact Us