[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Βυσίου, ἐπ[ὶ τοῖ]σδε ἀπέδοτο
Εὐθίας Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Καλλίς, τιμᾶς ἀργυρί[ο]υ μνᾶν τριῶν, καθὼς
ἐπίστευσε Καλλὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐ-
5 λευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέου-
σαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Δεινίας
Ἀλέξιος Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω-
νος Ξένων, Ἄθαμβος· Φυσκίων, Νίκων, Ἀγήσων Ἀμφισ-
σεῖς, Ξενόστρατος, Καλλίας, Θεύξ[ε]νος Δελφοί.
Search Help
Contact Us