[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος μηνὸς Βυσίου, ἐπ[ὶ τοῖ]σδε ἀπέδοτο |
Εὐθίας Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κεῖον ἇι ὄνομα Καλλίς, τιμᾶς ἀργυρί[ο]υ μνᾶν τριῶν, καθὼς | |
ἐπίστευσε Καλλὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐ- | |
5 | λευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέου- |
σαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τοὺς νόμους· Δεινίας | |
Ἀλέξιος Ἀμφισσεύς. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλω- | |
νος Ξένων, Ἄθαμβος· Φυσκίων, Νίκων, Ἀγήσων Ἀμφισ- | |
σεῖς, Ξενόστρατος, Καλλίας, Θεύξ[ε]νος Δελφοί. |