[ ]
Phokis — Delphi — 197 BC
1 | στραταγέοντος Ἀλεξαμενοῦ μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Ἐμμενίδα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Γλαῦκος | |
Π[λ]υγονεύς, Ἐχεκλῆς Πλυγονεὺς Ἁρμὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, καθὼς | |
5 | ἐπίστευσε Ἁρμὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν |
εἶμεν, ποιεῖν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πάτρων | |
Πλυγονεύς. μάρτυρες· τοὶ ἱερεῖς Ἄθαμβος, Ξένων· Εὐρυμήδης, | |
Ζηνέας Ἁγνία, Παρνάσσιος Κλέωνος, Νικαγόρας Δελφοί, | |
Ἄρχιππος [Ν]αυπάκτιος, Χαιρώνδας Ἀμβρύσσιος. |