[ ]
Phokis — Delphi — 197 BC
1 | στραταγέοντος Φαινέα μηνὸς Πανάμου, ἐν Δελφοῖς δὲ ἄρχοντος |
Ἐμμενίδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμέας | |
ὁ παρὰ τοῦ βασιλέως Ἀττάλου ὁ ἐπὶ τῶν ἔργων τῶν βασιλικῶν | |
Ἀρτεμιδώραν τὰν βασιλικὰν παιδίσκαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, | |
5 | ἀργυρίου στατήρων τεσσαράκοντα τριῶν, καθὼς ἐπίστευσε |
Ἀρτεμιδώρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποιεῖν | |
ὅ κα θέληι, εἶμεν εἷ κα θέληι. βεβαιωτὴρ κατὸν νόμον· Ἐτυμώνδας | |
Δελφός. μάρτυρες· τοὶ ἱερεῖς καὶ ἰδιῶται Νι[κό]δαμος, Ὀρθαῖος, | |
Πολύκλειτος, Θεύτιμος Ἀμφισσεύς. |