[ ] Phokis — Delphi — 197 BC
1 στραταγέοντος Φαινέα μηνὸς Πανάμου, ἐν δὲ Δελφοῖς
ἄρχοντος Ἐμμενίδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδο-
το Ξενοκράτης Ἀμφισσεὺς Ἀρίστωνα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι τὸ γένος Σαυνίταν, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα-
5 θὼς ἐπίστευσε Ἀρίστων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν
ἐλεύθερον εἶμεν, ποέοντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν
νόμον· Μνασίλαος Εὐδαμίδα Ἀμφισσεύς. μάρτυροι· ὁ ἱερεὺς
τοῦ Ἀπόλλωνος Ἄθαμβος· Λύκος Νικομάχου, Ἄλεξις Ξενο-
δόκου, Δαμόξενος, Ἀριστογείτων, Ἀρχέδαμος Σωκρατί-
10 δα, Ἀγήσανδρος Πύθωνος, Σωκράτης Εὐάρχου, Ξένων
Χαριλάου Ἀμφισσεῖς, Πράοχος, Κλέων Καλλιγένεος, Νικί-
ας Ἀρίστωνος Δελφοί.
Search Help
Contact Us