[ ]
Phokis — Delphi — 197 BC
1 | στραταγέοντος Φαινέα μηνὸς Πανάμου, ἐν δὲ Δελφοῖς |
ἄρχοντος Ἐμμενίδα μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδο- | |
το Ξενοκράτης Ἀμφισσεὺς Ἀρίστωνα τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι τὸ γένος Σαυνίταν, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, κα- | |
5 | θὼς ἐπίστευσε Ἀρίστων τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὸν |
ἐλεύθερον εἶμεν, ποέοντα ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον· Μνασίλαος Εὐδαμίδα Ἀμφισσεύς. μάρτυροι· ὁ ἱερεὺς | |
τοῦ Ἀπόλλωνος Ἄθαμβος· Λύκος Νικομάχου, Ἄλεξις Ξενο- | |
δόκου, Δαμόξενος, Ἀριστογείτων, Ἀρχέδαμος Σωκρατί- | |
10 | δα, Ἀγήσανδρος Πύθωνος, Σωκράτης Εὐάρχου, Ξένων |
Χαριλάου Ἀμφισσεῖς, Πράοχος, Κλέων Καλλιγένεος, Νικί- | |
ας Ἀρίστωνος Δελφοί. |