[ ] Phokis — Delphi — 191 BC
1 [ἄ]ρχοντος Κλεοδάμου μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχέλαος Πυθο-
[φάν]εος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Χαρίτα, τιμᾶς
[ἀργυ]ρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Χαρίτα τῶι θεῶι τὰν ὠνάν,
[ἐφ’] ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέουσαν ὅ κα θέληι. βεβαι-
5 [ωτ]ὴρ κατὰ τὸν νόμον· Πράοχος Ἀρχελάου Δελφός. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος
καὶ ὁ ἄρχων Δαμοσθένης, ἰδιῶται Ἀρχίδας, Μίκκων, Κράτων, Δίων.
Search Help
Contact Us