[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Ἀμαλίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἐχεσθένης Κρινο-
λάου Σκαρφεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Ζωΐλα οἰκο-
γενῆ, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Ζωΐλα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι-
τε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸμ πάντα βίον, ποέουσαν ὅ κα θέ-
5 ληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· Θεύξενος Δρομοκλείδα, Ἀθανίων Ἡρία.
μάρτυρες· ὁ ἱερεὺς Ξένων καὶ τοὶ προστάται Δίων, Νικόδαμος καὶ τοὶ
βουλευταὶ Γλαῦκος, Δεξικράτης, Καλλίας, ἰδιῶται Ἀνδρομένης,
Διονύσιος, Δίων, Εὐξίθεος.
Search Help
Contact Us