[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Δικαιάρχου Τριχονέος τὸ πρῶτον μηνὸς Εὐθυαίου [ὡ]ς Αἰτωλοὶ ἄγοντι,
ἐν Δελφοῖς δὲ ἄρχοντος Διοδώρου τοῦ Μνασιθέου μηνὸς Ἀμαλίου, ἀπέ[δ]οτο Καλλικλῆς Δελφὸς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Παρθενὶς τὸ γένος ἐχ Χαλκίδος, ἀργυρίου
μνᾶν πέντε, καθὼς ἐπίστευσε Παρθενὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν, ποέουσαν
5 ὅ κα θέληι. βεβαιωτῆρες ἐπὶ τούτοις κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Λύκωπος Ἀμφισσεύς,
Μένων Δελφός. μάρτυρες ἐπὶ τούτοις· ἱερεὺς Ἄθαμβος, ἄρχοντες Δίων, Καλλικράτης, ἰδιῶται Ἧρυς,
Κράτων, Ἰατάδας, Βούλων, Λύκων Δελφοί, Ἀγήσων, Εὔχειρος, Ἡράκων Ἀμφισσεῖς, Κρατῖνος Τριτεύς.
Search Help
Contact Us