[ ]
Phokis — Delphi — 195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς |
Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς Ἡρακλείου, | |
ἐπὶ τοῖσδε ἀπέδοντο Διονύσιος, Σώπολις οἱ Ἀσανδρου Πλυ<γ>ο{οο}νεῖς {²⁶Πλυγονεῖς}²⁶ | |
Ἁρμονίαν τὸ γένος Λακεδαιμονίαν τῶι Ἀπόλλωνι τῶι Πυθίωι, ἀργυρίου | |
5 | μνᾶν δέκα, καθὼς ἐπίστευσε Ἁρμονία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν |
ἐλευθέραν εἶμεν, ποέουσαν ὅ κα θέληι. βεβαιωτῆρες κατὰ τὸν νόμον· | |
Μελάνθιος, Ἀγοραῖος Ὑπαταῖοι. μάρτυροι· Ξένων Βούλωνος, Ἄθαμβος | |
Ἀγάθωνος οἱ ἱερεῖς· Παρνάσσιος· Καλλίκων, Ὀρθαῖος, Δαμοχάρης | |
Δελφοί, Λέων Ἴσιος, Λεοντομένης Βούττιος. |