[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμο-
σθένεος μηνὸς
Ἡραίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Διόδωρος
5 Μνασιθέου Δελφὸς
τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα ἀνδρεῖον ὧι ὄ-
νομα Ἀγάθων τὸ γένος
Μαιώταν, τιμᾶς ἀργυρί-
10 ου μνᾶν τεσσάρων καὶ ἡ-
μιμναίου, καθὼς ἐπίστευ-
σε Ἀγάθων τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλεύθερον εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάν-
15 των τὸν πάντα βίον, ποιέων
ὅ κα θέληι. βεβαιωτὴρ κατὰ
τὸν νόμον· Χαρίξενος Ἀμυ-
νία Δελφός. μάρτυρες· τοὶ ἱε-
ρεῖς Ξένων, Ἄθαμβος καὶ ἰδι-
20 ῶται Καλλίας Ἐμμενίδα,
Κρατίδας Φειδία, Καλλίκων
Εὐκράτεος.
Search Help