[ ]
Phokis — Delphi — 195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Κα[λ]υδωνίου |
τὸ δεύτερον μηνὸς Ἀγυείου, ἐν δὲ Δελ[φ]ο[ῖς] ἄρχοντ- | |
ος Ὀρθαίου τοῦ Μαντία μηνὸς Ἡρακλείου, ἀπέδοτο | |
Ἄλεξις, συνευδοκέοντος τοῦ υἱοῦ Ξενία, Ἀμφισσεῖς | |
5 | τῶ Ἀπόλλωνι <ἐπὶ τοῖσδε> τῶι Πυθίωι σῶμα ἀνδρεῖ- |
ον ὧι ὄνομα Νίκανδρος τὸ γένος Λάκων, καθὼς ἐπίσ- | |
τευσε Νίκανδρος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύ- | |
θερος εἶμεν, τιμᾶς ἀργυρίου μνᾶν τ[ε]τ<τ>άρων. | |
προαπέδοτο κατὰ τὸν νόμον Ξενέας Θευτίμο[υ]. | |
10 | μάρτυροι· Δελφοὶ Ἀρχέλαος, Ξεν[ο]κρά[τ]ης, |
Ἀρχέλαος, Εὐρύμαχος, Ἀθανίων, Ἀμφισ- | |
σεῖς Φίλων, Σωσίπολις, Κρατῖνος. |