[ ]
Att. — stoich. 30 — ante 353/2
| 1 | #⁷φυλ[— — — — — — τοὺς δὲ στρατηγ]- |
| ὸς οἳ ἂν σ[τρατηγῶσι — — — — — — —] | |
| ιων ἐπιμελ[εῖσθαι ․․․․9․․․․ ἀναγρά]- | |
| ψαι δὲ τόδε [τὸ ψήφισμα ἧιπερ τὰ ἄλλα ψ]- | |
| 5 | ηφίσματα περὶ [τῶν δωρειῶν τῶν προγό]- |
| νων αὐτο͂ τὸν γρ[αμματέα τῆς βολῆς ἐν] | |
| στήλει λιθίνει [καὶ θε͂ναι ἐν ἀκροπόλ]- | |
| ει, εἰς δὲ τὴν ἀνα[γραφὴν τῆς στήλης δο͂]- | |
| ναι τὸν ταμίαν τ[ο͂ δήμου ΔΔΔ δραχμὰς ἐ]- | |
| 10 | κ τῶν εἰς τὰ κατ[ὰ ψηφίσματ’ ἀναλισκομ]- |
| ένων τῶι δήμω[ι· ὅπως δ’ ἂν εἰδῶσι πάντε]- | |
| ς οἱ βουλόμεν[οι ἐνδείκνυσθαι τὴν εὔ]- | |
| νοιαν ὅτι ἀπ[ολήψονται χάριτας ποιή]- | |
| [σ]αντες εὖ [τ]ὸ[ν δῆμον τὸν Ἀθηναίων ․․․] | |
| 15 | ․․․7․․․#⁷․Ε — — — — — — — — — — |