[ ]
Phokis — Delphi — 191 BC
1 | στραταγέοντος Ἀρχεδάμου Φόλα μηνὸς Βουκατίου, ἐν Δελφοῖς δὲ |
ἄρχοντος Φαίνιος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Θέρσιππος | |
Νίκωνος Ὀπούντιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
ὧι ὄνομα Κρόκος, τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναίου, καὶ τὰν | |
5 | τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κρόκος τῶι θεῶι τὰν ὠνάν, |
ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶμεν, ποιέοντα ὅ κα θέληι καὶ ἀναστρε- | |
φόμενον εἶ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμ- | |
βολάν· Ταραντῖνος Ἄρχωνος Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ξένων, | |
Ἄθαμβος καὶ ἄρχοντες Ἀνδρόκριτος. Ξένων, ἰδιῶται Ζηνέας, | |
10 | Ἀρχέλαος, Νικόμαχος Δελφοί, Διονύσιος, Ἀλέξων Πλυγονεῖς. |
ἁ ὠνὰ παρὰ τὸν ναοκόρον Καλλικλῆ. |