[ ] Phokis — Delphi — 191 BC
1 στραταγέοντος Ἀρχεδάμου Φόλα μηνὸς Βουκατίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Φαίνιος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Θέρσιππος
Νίκωνος Ὀπούντιος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Κρόκος, τιμᾶς ἀργυρίου μνᾶν δύο καὶ ἡμιμναίου, καὶ τὰν
5 τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Κρόκος τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧι αὐτὸν ἐλεύθερον εἶμεν, ποιέοντα ὅ κα θέληι καὶ ἀναστρε-
φόμενον εἶ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμ-
βολάν· Ταραντῖνος Ἄρχωνος Δελφός. μάρτυρες· οἱ ἱερεῖς Ξένων,
Ἄθαμβος καὶ ἄρχοντες Ἀνδρόκριτος. Ξένων, ἰδιῶται Ζηνέας,
10 Ἀρχέλαος, Νικόμαχος Δελφοί, Διονύσιος, Ἀλέξων Πλυγονεῖς.
ἁ ὠνὰ παρὰ τὸν ναοκόρον Καλλικλῆ.
Search Help
Contact Us