[ ]
Phokis — Delphi — 191/190 BC
1 | στραταγέοντος Ἀρχεδάμου μηνὸς Δ[ί]ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Φαίνιος |
μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μενοίτας Κριτολάου Θρονιεὺς | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βιβία τὸ γένος | |
Ῥωμαίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Βιβία τῶι θεῶι | |
5 | τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα |
βίον καὶ ποιέουσαν ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβο- | |
λάν· Λέων Λύκου Αὐγαιεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ | |
ἄρχοντες Ἀνδρόκριτος, Κλεόδαμος, ἰδιῶται Δαμοχάρης, Εὐκλείδας, | |
Ἀρίσταρχος Δελφοί, Πολεμίτας, Τιμάγορος, Σύμμαχος Δεξιεῖς. |