[ ] Phokis — Delphi — 191/190 BC
1 στραταγέοντος Ἀρχεδάμου μηνὸς Δ[ί]ου, ἐν Δελφοῖς δὲ ἄρχοντος Φαίνιος
μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Μενοίτας Κριτολάου Θρονιεὺς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βιβία τὸ γένος
Ῥωμαίαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς ἐπίστευσε Βιβία τῶι θεῶι
5 τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα
βίον καὶ ποιέουσαν ὅ κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον καὶ τὰν συμβο-
λάν· Λέων Λύκου Αὐγαιεύς. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ τοὶ
ἄρχοντες Ἀνδρόκριτος, Κλεόδαμος, ἰδιῶται Δαμοχάρης, Εὐκλείδας,
Ἀρίσταρχος Δελφοί, Πολεμίτας, Τιμάγορος, Σύμμαχος Δεξιεῖς.
Search Help
Contact Us