[ ]
Phokis — Delphi — 194 BC
1 | στραταγέοντος Θόα τὸ δεύτερον |
μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχον- | |
τος Πειθαγόρα μηνὸς Ἡραίου, ἐν δὲ Τεί- | |
θρωνι ἄρχοντος Πολυξένου, ἀπέδοντο | |
5 | Εὐκράτης, Νικὼ Ἐχεδαμιεῖς ἐν Τείθρωνι |
κατοικέοντες, συνευδοκεόντων τῶν παιδαρίων | |
Μενεδάμου, Εὐπάδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι | |
σῶμα γυναικεῖον ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου | |
μνᾶν πέντε στατήρων εἴκοσι πέντε, καθὼς ἐπί- | |
10 | στευσε Ζωπύρα τῶι θεῶι τὰν ὠνὰν, ἐφ’ ὧι αὐτὰν |
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον, ποιέουσαν ὅ κα θέληι. | |
βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ [τ]ὰν συμβολάν· Εὔκρι- | |
τος Τειθρώνιος, Σωγενίδας Ἐχεδαμιεύς. μάρτυρες· Πολύξε- | |
νος, Ἀγασίδαμος, Τέλων Τειθρώνιοι, Ἀγασίας, Ἀρχίας, | |
15 | Λυσίας, Τίμων, Χαρίδαμος. ἁ ὠνὰ παρὰ Πολύξενον, Ἄθαμβον. |