[ ] Phokis — Delphi — 194 BC
1 στραταγέοντος Θόα τὸ δεύτερον
μηνὸς Ἀθαναίου, ἐν Δελφοῖς δὲ ἄρχον-
τος Πειθαγόρα μηνὸς Ἡραίου, ἐν δὲ Τεί-
θρωνι ἄρχοντος Πολυξένου, ἀπέδοντο
5 Εὐκράτης, Νικὼ Ἐχεδαμιεῖς ἐν Τείθρωνι
κατοικέοντες, συνευδοκεόντων τῶν παιδαρίων
Μενεδάμου, Εὐπάδος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα γυναικεῖον ἇι ὄνομα Ζωπύρα, τιμᾶς ἀργυρίου
μνᾶν πέντε στατήρων εἴκοσι πέντε, καθὼς ἐπί-
10 στευσε Ζωπύρα τῶι θεῶι τὰν ὠνὰν, ἐφ’ ὧι αὐτὰν
ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον, ποιέουσαν ὅ κα θέληι.
βεβαιωτῆρες κατὰ τὸν νόμον καὶ [τ]ὰν συμβολάν· Εὔκρι-
τος Τειθρώνιος, Σωγενίδας Ἐχεδαμιεύς. μάρτυρες· Πολύξε-
νος, Ἀγασίδαμος, Τέλων Τειθρώνιοι, Ἀγασίας, Ἀρχίας,
15 Λυσίας, Τίμων, Χαρίδαμος. ἁ ὠνὰ παρὰ Πολύξενον, Ἄθαμβον.
Search Help
Contact Us