[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος, βουλευόντων Γλαύκου τοῦ Ξένωνος,  Δεξικράτεος τοῦ Μνασιθέου, Καλλία τοῦ Ἐμμενίδα, μηνὸς
Ἀμα[λί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Ἅρμιχον, Ἀρισταγόρα, Τελεσὼ τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα δύο, ἀνδρεῖον καὶ γυναικεῖον,
[οἷς ὀνόμ]ατα Σωσίας καὶ Πύῤῥισα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καὶ τὰν τιμὰν ἔχοντι, καθὼς ἐπίστευσαν Σωσίας καὶ Πύῤῥισα
[τῶι θεῶι] τὰν ὠναν, ἐφ’ ὧιτε αὐτοὺς ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ πάντα βίον καὶ ποιέοντας
5 [ὅ κα θέλ]ωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον τὸν τᾶς πόλιος· Ἁγίων Καλλικράτεος, Ἁβρόμαχος Εὐαγόρα.
[μάρτυ]ρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος καὶ ἰδιῶται Δίων Κλέωνος, Δαμοχάρης Καλλείδα, Ἐπικράτης
[*)AR]ISTOTE/LEOS, *KALLI/KWN *EU)KRA/TEOS, *SE/LEUKOS, *MENEKRA/THS, *)AGHSI/AS.
Search Help
Contact Us