SGDI II 1980
[ ] Phokis — Delphi — 190 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Βοαθόου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Φιλήμων Σωκλέος Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυ-
θίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βαχχὶς οἰκογενῆ,
τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
5 καθὼς ἐπίστευσε Βαχχὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐ-
τὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον,
ποέουσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἁβρόμαχος
Εὐαγόρα Δελφός. μάρτυρες· ὁ ἱερεὺς Ἄθαμβος· Παρνάσσιος, Δαμοχά-
ρης Καλλείδα, Νικόμαχος Νικαγόρα, Μενέστρατος, Κράτων
10 Φρικίδα, Ἀριστώνυμος Δελφοί, Μεγακλῆς.
Search Help
Contact Us