[ ] Phokis — Delphi — 193 BC
1 ἄρχοντος Ἐκεφύλου μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Πολύ-
ων Νικάρχου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σώματα ἀνδρεῖα
δύο οἷς ὀνόματα Σίμων, Ταυρίων, τιμᾶς ἀργυρίου μνᾶν ἕξ. βεβαι-
ωτὴρ κατὰ τὸν νόμον καὶ τὰν ὁμολογίαν· Μίκκων Ξενώνδα Δελφός.
5 παραμενόντων δὲ Σίμων, Ταυρίων παρὰ Πολύωνα ἄχρι κα ζώηι
Πολύων ποιέοντες τὸ ποτιτασσόμενον· εἰ δέ κα μὴ ποιέωντι τὸ ποτι-
τασσόμενον ἢ ἄλλο τι κακοποιέωντι, ἐξέστω κολάζειν ὥς κα αὐ-
τὸς θέληι Πολύων καὶ ὅν κα κελεύηι Πολύων. εἰ δέ τί κα πάθηι Πολύων,
τοῦ θεοῦ ἔστωσαν Σίμων, Ταυρίων ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι
10 τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι
θεῶι τὰν ὠνὰν Σίμων, Ταυρίων. βέβαιον δὲ παρεχόντω τῶι Ἀπόλλω-
νι τὰν ὠνάν, εἴ τίς κα ἐφάπτηται αὐτῶν, ὁ βεβαιωτὴρ Μίκκων καὶ ὁ ἐπί-
νομος τῶν Πολύωνος. κύριοι δὲ ἐόντων καὶ οἱ ἀντιτυγχάνοντες
συλέοντες ὡς ἐλευθέρων ὄντων, καθὼς ἐπίστευσαν τῶι
15 Ἀπόλλωνι τὰν ὠνὰν Σίμων, Ταυρίων, ἀζάμιοι ὄντες καὶ ἀνυπόδι-
κοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱ<ε>ρεῖς Ξένων, Ἄθαμβος
καὶ τοὶ ἄρχοντες Ξένων, Φιλαίτωλος, Ἀστύοχος καὶ ἰδιῶται
Δίων, Θρασυκλῆς, Ἀρχέλαος, Ἀρχιάδας, Δαμοχάρης, Ἀγάθων Δελφοί.
Search Help