[ ] Phokis — Delphi — 193 BC
1 [στραταγέ]οντος Θόα τ[ὸ δεύτερον] μηνὸς Ἀγυείου, ἐν
[Δελφοῖς δ]ὲ ἄρχοντος Πειθ[αγόρα μ]ηνὸς Ἡρακλείου,
[ἐπὶ τοῖσδ]ε ἀπέδοτο Ἀγέστρατος Ὀφιεὺς τῶι
[Ἀπόλλων]ι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φαλακρ[ί]ων,
5 τιμᾶ[ς ἀρ]γυρίου μνᾶν τεσσάρων. βεβαιωτῆρες κατὰ τὸν νό-
μον καὶ τὰν συμβολάν· Τηλεφάνης, Κλέων Πλυγονεῖς. παρα-
μεινάτω δὲ Φαλακρίων παρὰ Ἀγέστρατον ἔτεα ὀκτὼ ποιέ-
ων τὸ ποτιτασσόμενον ἀνεγκλήτως τὸ δυνατόν. ἐπεὶ δέ κα
παραμείνη Φαλακρίων παρὰ Ἀγέστρατον τὰ ὀκτὼ ἔτη, ἀπο-
10 λελυμένος ἔστω Φαλακρίων ἀπὸ Ἀγεστράτου ἐλεύθερος
ὢν καὶ ἀνέφαπτος τὸμ  πάντα βίον, κυριεύων αὐτοσαυτοῦ
καὶ ποιέων ὅ κα θέληι. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος
καὶ ἰδιῶται Δαμοχάρης, Στράτων, Παρνάσσιος Δελφοί,
Μάχων, Ἀρισταγόρας, Σωσικράτης, Λύκος Πλυγονεῖς.
Search Help