[ ]
Phokis — Delphi — 193 BC
1 | [στραταγέ]οντος Θόα τ[ὸ δεύτερον] μηνὸς Ἀγυείου, ἐν |
[Δελφοῖς δ]ὲ ἄρχοντος Πειθ[αγόρα μ]ηνὸς Ἡρακλείου, | |
[ἐπὶ τοῖσδ]ε ἀπέδοτο Ἀγέστρατος Ὀφιεὺς τῶι | |
[Ἀπόλλων]ι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Φαλακρ[ί]ων, | |
5 | τιμᾶ[ς ἀρ]γυρίου μνᾶν τεσσάρων. βεβαιωτῆρες κατὰ τὸν νό- |
μον καὶ τὰν συμβολάν· Τηλεφάνης, Κλέων Πλυγονεῖς. παρα- | |
μεινάτω δὲ Φαλακρίων παρὰ Ἀγέστρατον ἔτεα ὀκτὼ ποιέ- | |
ων τὸ ποτιτασσόμενον ἀνεγκλήτως τὸ δυνατόν. ἐπεὶ δέ κα | |
παραμείνη Φαλακρίων παρὰ Ἀγέστρατον τὰ ὀκτὼ ἔτη, ἀπο- | |
10 | λελυμένος ἔστω Φαλακρίων ἀπὸ Ἀγεστράτου ἐλεύθερος |
ὢν καὶ ἀνέφαπτος τὸμ πάντα βίον, κυριεύων αὐτοσαυτοῦ | |
καὶ ποιέων ὅ κα θέληι. μάρτυρες· τοὶ ἱερεῖς Ξένων, Ἄθαμβος | |
καὶ ἰδιῶται Δαμοχάρης, Στράτων, Παρνάσσιος Δελφοί, | |
Μάχων, Ἀρισταγόρας, Σωσικράτης, Λύκος Πλυγονεῖς. |