[ ] Phokis — Delphi — 183 BC
1 ἄρχοντος Ἀρισταινέτου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλέα Φαίνιος
Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι π[α]ιδάριον ὧι ὄνομα Νίκων, τιμᾶς ἀργυρίου μνᾶν
τεσσάρων, καθὼς ἐπίστευσε Νίκων τῶι θεῶι τὰν ωνάν, ἐφ’ ὧι ἐλεύθερος εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποέων ὅ κα θέληι. βεβαιωτῆρες
5 κατὰ τὸν νόμον· Πεισίλας Νικοδάμου, Ἀγέας Ἀλεξάνδρου Δελφοί. μάρτυρες·
ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ξένων καὶ τοὶ ἄρχοντες Ἀρχέλαος, Πράξων, ἰδιῶται
Δαμοχάρης, Εὐχαρίδας, Ἀνδρομένης.
Search Help