[ ] Phokis — Delphi — 195 BC
1 στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς
Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς
Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδ<․>οντο Πρώταρχος, Κλέα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυ[θίωι]
σώματα πέντε οἷς ὀνόμα<τα> Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ,
5 Ἀνδριάς, ἀργυρίου μνᾶν ἴκοσι {²⁶εἴκοσι}²⁶. βεβαιωτῆρες κατὰ τὸν νόμον
καὶ τὸν ὁμολογίαν· — Νικόδαμος, Πολύκλειτος Πεισίλα, Εὐχαρίδας Φαίνιος,
Δαμοσθένης Ἀρχέλα. παραμενόντω δὲ Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ,
Ἀνδριὸς παρὰ Πρώταρχον καὶ Κλέαν ποέοντες τὸ ποτιτασσόμενον
ἄχρι κα ζώωντι Πρώταρχος καὶ Κλέα. εἰ δέ τί κα πάθη Πρώταρχος ἢ Κλέα,
10 τοῦ θεοῦ ἔστω Ἀνθράκιον καὶ Βερενίκα καὶ Λύκα καὶ Φύλαξ καὶ Ἀνδριάς,
ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι
τὰν ὠνὰν Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, Ἀνδριάς. βέβαιον δὲ παρεχόντω,
εἴ τίς κα ἅπτηται αὐτῶν· κύριοι ἐόντω οἱ ἀντιτυγχ[ά]νοντες
συλέοντες ὡς ἐλευθέρους ὄντας, καθὼς ἐπίστευσαν τῶι θεῶι
15 τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυροι·
τοὶ [ἱε]ρεῖς Ξένων, Ἄθαμβος· Κλεόδαμος, Λύσων, Παρνάσσ[ιος]·
Ἀριστόβ[ου]λος Δελφοί.
Search Help