[ ]
Phokis — Delphi — 195 BC
1 | στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου τὸ δεύτερον μηνὸς |
Ἀγυείου, ἐν Δελφοῖς δὲ ἄρχοντος Ὀρθαίου τοῦ Μαντία μηνὸς | |
Ἡρακλείου, ἐπὶ τοῖσδε ἀπέδ<․>οντο Πρώταρχος, Κλέα Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυ[θίωι] | |
σώματα πέντε οἷς ὀνόμα<τα> Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, | |
5 | Ἀνδριάς, ἀργυρίου μνᾶν ἴκοσι {²⁶εἴκοσι}²⁶. βεβαιωτῆρες κατὰ τὸν νόμον |
καὶ τὸν ὁμολογίαν· — Νικόδαμος, Πολύκλειτος Πεισίλα, Εὐχαρίδας Φαίνιος, | |
Δαμοσθένης Ἀρχέλα. παραμενόντω δὲ Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, | |
Ἀνδριὸς παρὰ Πρώταρχον καὶ Κλέαν ποέοντες τὸ ποτιτασσόμενον | |
ἄχρι κα ζώωντι Πρώταρχος καὶ Κλέα. εἰ δέ τί κα πάθη Πρώταρχος ἢ Κλέα, | |
10 | τοῦ θεοῦ ἔστω Ἀνθράκιον καὶ Βερενίκα καὶ Λύκα καὶ Φύλαξ καὶ Ἀνδριάς, |
ἐλεύθεροι ὄντες καὶ ἀνέφαπτοι τὸν πάντα βίον, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
τὰν ὠνὰν Ἀνθράκιον, Βερενίκα, Λύκα, Φύλαξ, Ἀνδριάς. βέβαιον δὲ παρεχόντω, | |
εἴ τίς κα ἅπτηται αὐτῶν· κύριοι ἐόντω οἱ ἀντιτυγχ[ά]νοντες | |
συλέοντες ὡς ἐλευθέρους ὄντας, καθὼς ἐπίστευσαν τῶι θεῶι | |
15 | τὰν ὠνάν, ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι |
πάσας δίκας καὶ ζαμίας. μάρτυροι· | |
τοὶ [ἱε]ρεῖς Ξένων, Ἄθαμβος· Κλεόδαμος, Λύσων, Παρνάσσ[ιος]· | |
Ἀριστόβ[ου]λος Δελφοί. |