[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Ἀρχία μηνὸς Ἐνδυσποιτροπίου, ἀπέδοτο Κλεοπάτρα Νι-
καρχίδα, συνευδο[κ]έοντος καὶ τοῦ ὑοῦ Νικαρχίδα, σῶμα γυναικῆον ἇι
ὄνομα Ποθεινόν, καθὼς ἐπίστευσε τῶι Ἀπόλλωνι τῶι Πυθίωι Ποθεινὸν
<τῶ θεῶ> τὰν ὠνάν, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχει πᾶσαν
5 βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Εὔδοκος. μάρτυροι· οἱ ἱε-
ρεῖς τοῦ Ἀπόλλωνος Πραξίας Εὐδόκου, Ἀνδρόνικος Φρικίδα καὶ οἱ ἄρχον-
τες Ἐμμε[ν]δας [Κ]αλλία, Δρομοκλείδας, Ξενόκριτος καὶ ἰδιῶται Μένης,
[․․․․]ς, Πασίων.
Search Help
Contact Us