[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σῖμον |
Ἀμεινία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Σωσικράτεια, ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει | |
πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξένων Κλέω- | |
5 | νος. παραμεινάτω δὲ Σωσικράτεια παρὰ Σῖμον ἕως κα ζώη |
Σῖμον ποιοῦσα τὸ δυνατὸν πᾶν ἀνεγκλήτως. εἰ δέ τι πάθοι Σῖμον, | |
ἐλευθέρα ἔστω Σωσικράτεια, καθὼς ἐπίστευσε τὰν ὠνάν, ἐφ’ ὅτωι | |
ἔσται ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι- | |
οῦσα ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα[δ]ουλισμῶι Σωσικρατείας, | |
10 | κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν |
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἄρχοντες Θρα- | |
συκλῆς, Ἀντιγένης, Εὐκλῆς· Ἀρτεμίδωρος, Ἰατάδας, Ἀριστόδαμος, | |
Ἀριστέας. |