SGDI II 1972
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σῖμον
Ἀμεινία τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα
Σωσικράτεια, ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει
πᾶσαν. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ξένων Κλέω-
5 νος. παραμεινάτω δὲ Σωσικράτεια παρὰ Σῖμον ἕως κα ζώη
Σῖμον ποιοῦσα τὸ δυνατὸν πᾶν ἀνεγκλήτως. εἰ δέ τι πάθοι Σῖμον,
ἐλευθέρα ἔστω Σωσικράτεια, καθὼς ἐπίστευσε τὰν ὠνάν, ἐφ’ ὅτωι
ἔσται ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα χρόνον, ποι-
οῦσα ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ κατα[δ]ουλισμῶι Σωσικρατείας,
10 κύριος ἔστω ὁ παρατυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν
καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἄρχοντες Θρα-
συκλῆς, Ἀντιγένης, Εὐκλῆς· Ἀρτεμίδωρος, Ἰατάδας, Ἀριστόδαμος,
Ἀριστέας.
Search Help
Contact Us