[ ]
Phokis — Delphi — 150-140 BC
1 | ἄρχοντος Εὐδώρου τοῦ Ἀμύντα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σκόπας |
Θεοφίλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Θεοφίλου, τῶι θεῶι σῶμα ἀνδρεῖον | |
ὧι ὄνομα Εὔτυχος τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων, | |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὔτυχος τῶι θεῶι τὰν ὠνάν, ἐ- | |
5 | φ’ ὅτωι αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον πάντα τὸν βίον, ποιέ- |
οντα ὅ κα θέληι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλώσει, κύ- | |
[ρι]ο[ς] ἔστω συλέων Εὔτυχος αὐσαυτόν. ὁμοί- | |
ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ὡς ἐ- | |
λεύθερον Εὔτυχον ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ | |
10 | κατὰ τὸν νόμον· Δρομοκλείδας. παραμεινάτω δὲ Εὔτυχος παρὰ Σκόπαν ποιέων τὸ ποτιτασ- |
σόμενον πᾶν τὸ δυνατὸν ἄχρι οὗ κα ὁ ὑὸς αὐτοῦ Θεόφιλος ἐν ἁλικίαν ἐλθὼν γυναῖ- | |
κα λάβηι· εἰ δέ τι ἀντιλέγοισαν αὐτοὶ ποτὶ αὑτοὺς περὶ τοῦ ποιεῖν τὸ ποτιτασσό- | |
μενον, ἐπικριθέντω | |
συνελόμενοι ἄν- | |
15 | δρας τρεῖς, καὶ ὅ κα |
οὗτοι ὀμόσαντες | |
κρίνωντι, κύριον | |
ἔστω. μάρτυροι· | |
οἱ ἱερεῖς τοῦ Ἀ[πόλλωνος]. |