SGDI II 1971
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Εὐδώρου τοῦ Ἀμύντα μηνὸς Ἡραίου, ἐπὶ τοῖσδε ἀπέδοτο Σκόπας
Θεοφίλου, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Θεοφίλου, τῶι θεῶι σῶμα ἀνδρεῖον
ὧι ὄνομα Εὔτυχος τὸ γένος Γαλάταν, τιμᾶς ἀργυρίου μνᾶν τεττάρων,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὔτυχος τῶι θεῶι τὰν ὠνάν, ἐ-
5 φ’ ὅτωι αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπτον πάντα τὸν βίον, ποιέ-
οντα ὅ κα θέληι. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλώσει, κύ-
[ρι]ο[ς] ἔστω συλέων Εὔτυχος αὐσαυτόν. ὁμοί-
ως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων ὡς ἐ-
λεύθερον Εὔτυχον ἀζάμιος ἐὼν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτὴρ
10 κατὰ τὸν νόμον· Δρομοκλείδας. παραμεινάτω δὲ Εὔτυχος παρὰ Σκόπαν ποιέων τὸ ποτιτασ-
σόμενον πᾶν τὸ δυνατὸν ἄχρι οὗ κα ὁ ὑὸς αὐτοῦ Θεόφιλος ἐν ἁλικίαν ἐλθὼν γυναῖ-
κα λάβηι· εἰ δέ τι ἀντιλέγοισαν αὐτοὶ ποτὶ αὑτοὺς περὶ τοῦ ποιεῖν τὸ ποτιτασσό-
μενον, ἐπικριθέντω
συνελόμενοι ἄν-
15 δρας τρεῖς, καὶ ὅ κα
οὗτοι ὀμόσαντες
κρίνωντι, κύριον
ἔστω. μάρτυροι·
οἱ ἱερεῖς τοῦ Ἀ[πόλλωνος].
Search Help
Contact Us