[ ]
Phokis — Delphi — 189 BC
1 | ἄρχοντος Καλλικράτεος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχὼ Δορκίνα Ἀμφι- |
σσὶς τοῖ Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λυσώ, ἀργυρίου μνᾶν τεσσάρων, κα- | |
θὼς ἐπίστευσε Λυσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀ- | |
νέφαπτον τὸν πάντα βίον, ποιέ<ο>υσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Γοργίας | |
5 | Νίκωνος Ἀνφισσεύς, βουλευόντων Γλαύκου, Καλλία, Δεξικράτεος. μάρτυροι· τοὶ ἱα- |
ρεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθανβος· Νίκων, Ξενότιμος, Ἀρχίδαμος Ἀνφισσεῖς, Θεύ- | |
ξενος, Δίων Κλέωνος, Ἀριστόμαχος, Νικόμαχος Εὐρυδάμου, [Ὀ]ρέστας Εὐχαρίδα. |