[ ] Phokis — Delphi — 189 BC
1 ἄρχοντος Καλλικράτεος μηνὸς Ἐνδυσποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀρχὼ Δορκίνα Ἀμφι-
σσὶς τοῖ Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λυσώ, ἀργυρίου μνᾶν τεσσάρων, κα-
θὼς ἐπίστευσε Λυσὼ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧτε αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀ-
νέφαπτον τὸν πάντα βίον, ποιέ<ο>υσαν ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Γοργίας
5 Νίκωνος Ἀνφισσεύς, βουλευόντων Γλαύκου, Καλλία, Δεξικράτεος. μάρτυροι· τοὶ ἱα-
ρεῖς τοῦ Ἀπόλλωνος Ξένων, Ἄθανβος· Νίκων, Ξενότιμος, Ἀρχίδαμος Ἀνφισσεῖς, Θεύ-
ξενος, Δίων Κλέωνος, Ἀριστόμαχος, Νικόμαχος Εὐρυδάμου, [Ὀ]ρέστας Εὐχαρίδα.
Search Help