[ ]
Phokis — Delphi — 193/192 BC
| 1 | στραταγέοντος Δαμοκρίτου Καλυδω- |
| νίου τὸ δεύτερον μηνὸς Δείου, ἐν [Δ]ελ- | |
| φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς | |
| Ποιτροπίου, ἀπέδοτο Σωτίων Σιμ- | |
| 5 | άκου Δαυλιεὺς τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυ- |
| θίωι σῶμα γυναικέον ἇι ὄνομα Ἀρίστεια, | |
| τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, καθὼς | |
| αὐτὰ ἐπίστευσε Ἀρίστεια τὰν ὠνὰν τῶι Ἀπ- | |
| όλλωνι. παραμ<ε>ινάτω δὲ Ἀρίστεια παρὰ Σωτίω- | |
| 10 | να ἄχρι κα ζῆ Σωτίων ποιοῦσα <τ>ὸ ποτιτασ<σ>όμε- |
| νον τὸ δυνατόν. εἰ δέ κα μ<ὴ> πειθαρχῆ Ἀρίστεια, | |
| ἐξουσία ἔστω Σωτίωνι ἐπιτιμῆν {ΤΙ} (τρόποι οἷ κα θέλη). βεβαιωτῆ- | |
| ρες κατὰ τὸν νόμον· Μνάσων, Ἀγέστρατος, Δαμόνι- | |
| κος Δαυλιεῖς. βέβαιον δὲ παρεχόντω οἱ βεβαιωτῆ- | |
| 15 | ρες τὰν ὠνὰν τοῖ Ἀπόλ<λ>ωνι. ἐπεὶ δέ κα Σωτίων |
| τι πάθη, ἐλευθέρα ἔστω Ἀρίστεια. εἰ δέ τίς κα ἐ- | |
| φάπτηται Ἀριστείας, ἐξουσίαν ἐχέτω ὁ παρα- | |
| τυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμ[ι]- | |
| ος καὶ ἀνυπόδ[ι]κος ἐὼν πάσας δίκας. μάρτυροι· | |
| 20 | οἱ <ἱ>ερ<ε>ῖς τοῦ Ἀπόλ<λ>ωνος Ξένων, Ἄθαμβος· Δίων, |
| Χαρίξενος, Ἀρχέλας, Εὐάνγελος Δελφοί, Αἰσχρί- | |
| ων, Πύστακος, Ἀγέλαος, Εὔξενος, Σωσύλος, | |
| Ἱπποκλῆς Δαυλιεῖς καὶ οἱ ἄρχοντες Δελφῶν | |
| Φιλαίτωλος, Ξένων, Ἀστύοχος. |