[ ] Phokis — Delphi — 193/192 BC
1 στραταγέοντος Δαμοκρίτου Καλυδω-
νίου τὸ δεύτερον μηνὸς Δείου, ἐν [Δ]ελ-
φοῖς δὲ ἄρχοντος Ἐκεφύλου μηνὸς
Ποιτροπίου, ἀπέδοτο Σωτίων Σιμ-
5 άκου Δαυλιεὺς τοῖ Ἀπόλ<λ>ωνι τῶι Πυ-
θίωι σῶμα γυναικέον ἇι ὄνομα Ἀρίστεια,
τιμᾶς ἀργυρίου μνᾶν τεσ<σ>άρων, καθὼς
αὐτὰ ἐπίστευσε Ἀρίστεια τὰν ὠνὰν τῶι Ἀπ-
όλλωνι. παραμ<ε>ινάτω δὲ Ἀρίστεια παρὰ Σωτίω-
10 να ἄχρι κα ζῆ Σωτίων ποιοῦσα <τ>ὸ ποτιτασ<σ>όμε-
νον τὸ δυνατόν. εἰ δέ κα μ<ὴ> πειθαρχῆ Ἀρίστεια,
ἐξουσία ἔστω Σωτίωνι ἐπιτιμῆν {ΤΙ} (τρόποι οἷ κα θέλη). βεβαιωτῆ-
ρες κατὰ τὸν νόμον· Μνάσων, Ἀγέστρατος, Δαμόνι-
κος Δαυλιεῖς. βέβαιον δὲ παρεχόντω οἱ βεβαιωτῆ-
15 ρες τὰν ὠνὰν τοῖ Ἀπόλ<λ>ωνι. ἐπεὶ δέ κα Σωτίων
τι πάθη, ἐλευθέρα ἔστω Ἀρίστεια. εἰ δέ τίς κα ἐ-
φάπτηται Ἀριστείας, ἐξουσίαν ἐχέτω ὁ παρα-
τυχὼν συλέων ὡς ἐλευθέραν οὖσαν ἀζάμ[ι]-
ος καὶ ἀνυπόδ[ι]κος ἐὼν πάσας δίκας. μάρτυροι·
20 οἱ <ἱ>ερ<ε>ῖς τοῦ Ἀπόλ<λ>ωνος Ξένων, Ἄθαμβος· Δίων,
Χαρίξενος, Ἀρχέλας, Εὐάνγελος Δελφοί, Αἰσχρί-
ων, Πύστακος, Ἀγέλαος, Εὔξενος, Σωσύλος,
Ἱπποκλῆς Δαυλιεῖς καὶ οἱ ἄρχοντες Δελφῶν
Φιλαίτωλος, Ξένων, Ἀστύοχος.
Search Help
Contact Us