SGDI II 1965
[ ] Phokis — Delphi — 189 BC
1 [ἄ]ρχοντος Ξένωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέ-
δοτο Ἀγήσιον Ξενοδόκου Ἀνφισσὶς τοῖ Ἀπόλλωνι τοῖ Π-
υθίοι σῶμα ἀνδρεῖον οἷ ὄνομα Λυδός, ἀργυρίου μνᾶν
τεσ<σ>άρων, καθὼς ἐπίστευσε Λυδὸς τοῖ θεοῖ τὰ-
5 ν ὠνάν, ἐφ’ οἷτε αὐτὸν ἐλεύθερον εἶμεν καὶ ἀνέφαπ-
τον ἀπὸ πάντων τὸν πάντα βίον, ποέοντα ὅ κα θέλη.
παραμενέτω δὲ Λυδὸς παρ’ Ἀγήσιον ἄχρι κα ἄνδρα <λ>-
άβηι Ἀγήσιον, ποιῶν τὸ δέον. βεβαιωτὴρ κατὸν νόμο-
ν· Σωκράτης Εὐάρχου Ἀμφισσεύς. μάρτυροι· ὁ ἱαρεὺς Ἄ-
10 θανβος, ὁ ἄρχων Ξενόστρατος· Ἄνδρων, Ἀρχέλαος Πολυ-
[κράτ]εος, Φίλων Ἀνφισσεῖς.
Search Help
Contact Us