SGDI II 1963
[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμοσθένεος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Διόδωρος Μνασιθέου Δελφὸς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Λύκα, τιμᾶς ἀργυ-
ρίου μνᾶν τεσσάρων ἡμιμναίου, καθὼς ἐπίστευσε
5 Λύκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν
καὶ ἀνέθαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσα
ὅ κα θέληι. βεβαιωτὴρ κατὸν νόμον· Χαρίξενος Ἀμυνέα
Δελφός. μάρτυρες· τοὶ ἄρχοντες Κλεύδαμος, Πεισίλα-
ος, ἰδ[ι]ῶται Ἀνδρόνικος Πατρέα, Εὐκλείδας Καλλείδα,
10 Κρά[τ]ων Φρικίδα, Φιλίσκος.
Search Help
Contact Us