[ ] Phokis — Delphi — 182 BC
1 ἄρχοντος Δαμοσ[θένεος μηνὸς Δαιδαφο]ρίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Ἀρίσ[τιον Ἀρχεδάμου Χαλειῒς τῶι Ἀ]πόλλωνι
τῶι Πυθίωι σώμ[ατα δύο γυναικεῖα αἷς ὀν]όματα Παρμονὶς
καὶ Δόξα καὶ ἀν[δρεῖον ἓν ὧι ὄνομα Περδί]κκας, τιμᾶς ἀργυ-
5 ρίου μνᾶν ἐννέ[α, καθὼς ἐπίστευσαν Π]αρμονὶς καὶ Δόξα
καὶ Περδίκκας τῶι θε[ῶι τὰν ὠνάν, ἐφ’] ὧιτε ἐλευθέρους
εἶμεν καὶ ἀνεφάπτου[ς][πὸ πάντων τ]ὸμ πάντα βίον, ποι-
έοντες ὅ κα θέλωντι καὶ ἀπο[τρέ]χοντες οἷς κα θέλωντι.
[β]εβα[ι]ωτὴρ κατὰ τὸν νόμον· [Τα]ραντῖνος Ἄρχωνος Δελφός.
10 εἰ δ[έ] τίς κα ἅπ[τ]ηται Παρμονίδος ἢ Δόξας ἢ Περδίκκα, βέβαιον
παρεχ[ό]ντω τῶι θ[ε]ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀρίστιον καὶ ὁ βεβαι-
ωτὴρ Ταραντῖν[ο]ς· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων
συλέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι
15 πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τῶν ἀρχόντων Κλεόδαμος,
Μαντίας, ἰδιῶται Ἀνδρόνικος Πατρέα, Δεξικράτης Μνασιθέου,
Εὐκλείδας Καλλε[ί]δα.
Search Help
Contact Us