[ ]
Phokis — Delphi — 182 BC
1 | ἄρχοντος Δαμοσ[θένεος μηνὸς Δαιδαφο]ρίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Ἀρίσ[τιον Ἀρχεδάμου Χαλειῒς τῶι Ἀ]πόλλωνι | |
τῶι Πυθίωι σώμ[ατα δύο γυναικεῖα αἷς ὀν]όματα Παρμονὶς | |
καὶ Δόξα καὶ ἀν[δρεῖον ἓν ὧι ὄνομα Περδί]κκας, τιμᾶς ἀργυ- | |
5 | ρίου μνᾶν ἐννέ[α, καθὼς ἐπίστευσαν Π]αρμονὶς καὶ Δόξα |
καὶ Περδίκκας τῶι θε[ῶι τὰν ὠνάν, ἐφ’] ὧιτε ἐλευθέρους | |
εἶμεν καὶ ἀνεφάπτου[ς] ἀ[πὸ πάντων τ]ὸμ πάντα βίον, ποι- | |
έοντες ὅ κα θέλωντι καὶ ἀπο[τρέ]χοντες οἷς κα θέλωντι. | |
[β]εβα[ι]ωτὴρ κατὰ τὸν νόμον· [Τα]ραντῖνος Ἄρχωνος Δελφός. | |
10 | εἰ δ[έ] τίς κα ἅπ[τ]ηται Παρμονίδος ἢ Δόξας ἢ Περδίκκα, βέβαιον |
παρεχ[ό]ντω τῶι θ[ε]ῶι τὰν ὠνὰν ἅ τε ἀποδομένα Ἀρίστιον καὶ ὁ βεβαι- | |
ωτὴρ Ταραντῖν[ο]ς· εἰ δέ κα μὴ παρέχωντι, πράκτιμοι ἐόντων κατὰ | |
τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων | |
συλέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι | |
15 | πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τῶν ἀρχόντων Κλεόδαμος, |
Μαντίας, ἰδιῶται Ἀνδρόνικος Πατρέα, Δεξικράτης Μνασιθέου, | |
Εὐκλείδας Καλλε[ί]δα. |